Τετάρτη 20 Νοεμβρίου 2019

ΠΡΟΣΕΥΧΗ ΓΙΑ ΠΡΟΣΤΑΣΙΑ ΑΠΟ ΤΙΣ ΑΠΕΙΛΕΣ ΤΩΝ ΝΕΟΟΘΩΜΑΝΩΝ

 
Προσευχή από το λειτουργικό οπλοστάσιο της Ορθοδόξου Εκκλησία μας για να προστατεύσει και πάλι ο Ιησούς Χριστός και η Παναγία Μητέρα Του το Ελληνορθόδοξο γένος μας από τις πολεμικές απειλές των νεοοθωμανών
Εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦἉγίου Πνεύματος.

Τῇ θαυμαστῇ σου Πορταΐτισσα σκέπῃ δι ἡς λυτροῦται ἡμᾶς πάσηςἀνάγκης προστρέχομενἑκάστοτε κραυγάζοντες θερμῶς· ὥσπερ πάλαι ἔδειξας,ἐφ᾽ ἡμῖν τὴν σὴν χάριν, οὕτω καὶ νῦν Δέσποινα, μὴ ἐλλείπῃς εἰς τέλος, ὡς ἐπηγγείλω σκέπειν καὶ φρουρεῖν, τοὺςἀδιστάκτῳ ψυχῇ, προσιόντάς σοι.

Ψαλμός 73

(Όπως τον είχε ορίσει ο Όσιος Αρσένιος ο Καππαδόκης για του κινδύνους από τους Οθωμανούς Τσέτες.

«ΙΝΑΤΙ ἀπώσω, ὁ Θεός, εἰς τέλος;
ὠργίσθη ὁ θυμός σουἐπὶ πρόβατα νομῆς σου; μνήσθητι τῆς συναγωγῆς σου,ἧς ἐκτήσω ἀπ᾿ ἀρχῆς·ἐλυτρώσω ράβδον κληρονομίας σου, ὄρος Σιὼν τοῦτο, ὃ κατεσκήνωσας ἐν αὐτῷ. ἔπαρον τὰς χεῖράς σουἐπὶ τὰς ὑπερηφανίας αὐτῶν εἰς τέλος, ὅσα ἐπονηρεύσατοὁ ἐχθρὸς ἐν τοῖς ἁγίοις σου. καὶ ἐνεκαυχήσαντο οἱμισοῦντές σε ἐν μέσῳ τῆςἑορτῆς σου, ἔθεντο τὰ σημεῖα αὐτῶν σημεῖα καὶ οὐκἔγνωσαν. ὡς εἰς τὴν ἔξοδονὑπεράνω, ὡς ἐν δρυμῷ ξύλωνἀξίναις ἐξέκοψαν τὰς θύρας αὐτῆς ἐπὶ τὸ αὐτὸ ἐν πελέκει καὶ λαξευτηρίῳ κατέρραξαν αὐτήν. ἐνεπύρισαν ἐν πυρὶ τὸἁγιαστήριόν σου, εἰς τὴν γῆνἐβεβήλωσαν τὸ σκήνωμα τοῦὀνόματός σου. εἶπαν ἐν τῇκαρδίᾳ αὐτῶν αἱ συγγένειαι αὐτῶν ἐπὶ τὸ αὐτό· δεῦτε καὶκαταπαύσωμεν πάσας τὰςἑορτὰς τοῦ Θεοῦ ἀπὸ τῆς γῆς. τὰ σημεῖα αὐτῶν οὐκ εἴδομεν, οὐκ ἔστιν ἔτι προφήτης, καὶἡμᾶς οὐ γνώσεται ἔτι.
ἕως πότε, ὁ Θεός, ὀνειδιεῖ ὁἐχθρός, παροξυνεῖ ὁὑπεναντίος τὸ ὄνομά σου εἰς τέλος; ἱνατί ἀποστρέφεις τὴν χεῖρά σου καὶ τὴν δεξιάν σουἐκ μέσου τοῦ κόλπου σου εἰς τέλος; ὁ δὲ Θεὸς βασιλεὺςἡμῶν πρὸ αἰώνων, εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς. σὺ ἐκραταίωσας ἐν τῇδυνάμει σου τὴν θάλασσαν, σὺ συνέτριψας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦὕδατος. σὺ συνέθλασας τὴν κεφαλὴν τοῦ δράκοντος,ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψι. σὺ διέρρηξας πηγὰς καὶ χειμάρρους, σὺἐξήρανας ποταμοὺς ᾿Ηθάμ. σή ἐστιν ἡ ἡμέρα, καὶ σή ἐστινἡ νύξ, σὺ κατηρτίσω φαῦσιν καὶ ἥλιον. σὺ ἐποίησας πάντα τὰ ὡραῖα τῆς γῆς· θέρος καὶἔαρ, σὺ ἔπλασας αὐτά. μνήσθητι ταύτης· ἐχθρὸςὠνείδισε τὸν Κύριον, καὶ λαὸςἄφρων παρώξυνε τὸ ὄνομάσου. μὴ παραδῷς τοῖς θηρίοις ψυχὴν ἐξομολογουμένην σοι, τῶν ψυχῶν τῶν πενήτων σου μὴ ἐπιλάθῃ εἰς τέλος. ἐπίβλεψον εἰς τὴν διαθήκην σου, ὅτι ἐπληρώθησαν οἱἐσκοτισμένοι τῆς γῆς οἴκωνἀνομιῶν. μὴ ἀποστραφήτω τεταπεινωμένος καὶκατῃσχυμένος· πτωχὸς καὶπένης αἰνέσουσι τὸ ὄνομάσου. ἀνάστα, ὁ Θεός, δίκασον τὴν δίκην σου· μνήσθητι τοῦὀνειδισμοῦ σου τοῦ ὑπὸἄφρονος ὅλην τὴν ἡμέραν. μὴἐπιλάθῃ τῆς φωνῆς τῶνἱκετῶν σου· ἡ ὑπερηφανία τῶν μισούντων σε ἀνέβη διὰπαντός.»

* * *

Τους εκ της Άγαρ δυσμενείς, τάχιον ολλύουσα ξίφει των προσευχών σου Μαριάμ, τον λαόν και την ποίμνην σου φύλατε τω υιώ σου κραυγάζοντα, ο θεός των Πατέρων ευλογητός ει.

* * *

Λαόν σου άχραντε Δέσποινα ανόρθωσον πεσόντα εις βάραθρον καταδουλώσεως, εχθρών απίστων, αλλ’οίκτειρον, συ γαρ ελπίς απάντων και η βοήθεια.

* * *

Θεομήτωρ Πάναγνε προστασία των Χριστιανών, περίζωσε σον λαόν πάσης απειλής και πάσης αλώσεως βαρβαρικής, οργής και θυμού, πάσης κακωσεως και εκ πάσης κατακρίσεως

* * *

Χαίρε Ορθοδόξων αγνή, το θάρσος το ανίκητον.Χαίρε κλέος των πιστών σου την σεπτήν Εικόνα προσκυνούντων. Χαίρε δαιμόνων πτώσις, και των ανθρώπων η ανόρθωσις

* * *

Επέγνωσαν Δέσποινα, γόνοι της Άγαρ την δυναστείαν σου κατατρέχοντες μάτην, της φίλης ποίμνης σου και πεπτώκασιν εν εξαισίω θανάτω φθειρόμενοι, ενδίκω όντως αγνή θεομακάριστε.

* * *

Ματαίωσον παρθένε εχθραινόντων τας βουλάς και αθέμιτα ένεδρα, των συνεχώς επιτιθεμένων ημίν δεινώς, τούτους αποδιώκουσα, πόρρω μετ’αισχύνης αφανισμώ τελείω,ίνα γνώσι την Θείαν δυναστείαν και εξουσίαν σου θεόνυμφε

* * *


(Απολυτίκιον Παναγίας της Πορταϊτίσσης)
Τὴν θείαν Σου Εἰκόνα δεδεγμένοι ἐν θαύματι, Πυλωρὸν Παρθένε καὶ σκέπην καὶ Προστάτιδα ἔχομεν, τοῦκλήρου σου οἱ τρόφιμοι ἀεί, καὶ Σοῦ ὡς ἀφομείωμα ἡμεῖς, τὴν Αὐτήν Σου προσκυνοῦντες ἀπὸ ψυχῆς, βοῶμεν σοι Θεοτόκε· δόξα τῇπαναγάθῳ Σου βουλῇ, δόξᾳ τῇπροστασίᾳ Σου, δόξα τῇ πρὸςἡμᾶς Ἁγνὴ θείᾳ προνοίᾳ Σου.

Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε ἸησοῦΧριστέ, ὁ Θεός, ἐλέησον ἡμᾶς



 http://yiorgosthalassis.blogspot.com/